Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  2. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  3. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  4. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  5. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  6. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  7. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  8. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  9. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  10. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  11. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  12. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  13. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  14. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  15. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  16. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν