Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  2. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  3. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  4. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  5. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  6. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  7. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  8. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  9. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,