Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  2. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  3. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  4. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  5. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  6. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  7. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  8. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  9. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  10. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  11. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  12. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  13. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  14. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  15. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  16. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  17. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  18. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  19. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  20. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  21. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  22. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  23. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  24. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  25. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  26. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  27. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  28. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  29. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  30. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  31. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  32. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  33. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  34. ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
  35. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
  36. ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
  37. ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
  38. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
  39. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  40. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  41. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  42. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
  43. ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
  44. σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
  45. ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
  46. ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
  47. λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
  48. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  49. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  50. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  51. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  52. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  53. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  54. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  55. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  56. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  57. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  58. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  59. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  60. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  61. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
  62. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  63. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  64. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  65. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.