Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  2. τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
  3. Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
  4. ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
  5. σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
  6. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
  7. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
  8. ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
  9. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
  10. ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
  11. σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
  12. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
  13. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
  14. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  15. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  16. δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
  17. ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
  18. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  19. οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  20. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·