Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  2. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  3. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  4. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  5. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  6. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  7. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  8. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  9. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  10. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  11. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  12. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  13. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  14. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  15. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  16. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  17. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  18. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  19. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  20. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  21. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  22. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  23. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  24. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  25. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  26. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  27. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  28. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  29. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ