Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  2. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  3. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  4. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  5. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  6. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  7. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·