Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  2. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  3. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  4. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  5. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  6. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·