Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  3. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  4. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  5. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  6. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  7. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  8. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  9. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  10. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  11. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.