Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  2. ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  3. οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  4. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  5. μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  6. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  7. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  8. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  9. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  10. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  11. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  12. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  13. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  14. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  15. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  16. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  17. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  18. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  19. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  20. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  21. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  22. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  23. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  24. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  25. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  26. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  27. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  28. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  29. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  30. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  31. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  32. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  33. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  34. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  35. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  36. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  37. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  38. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  39. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  40. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  41. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  42. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  43. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  44. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  45. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  46. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  47. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  48. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  49. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  50. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  51. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  52. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  53. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  54. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  55. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  56. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  57. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  58. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  59. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  60. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  61. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  62. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  63. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  64. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  65. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  66. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  67. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  68. ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
  69. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
  70. ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
  71. ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.