Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντεςαὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρονΤηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐωτούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺςεἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰςοὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσιγαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληοςἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτεκείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθεαὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμενἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστοςμνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα