ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσαςαἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντιοὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳνηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντεςαὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρονΤηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐωτούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺςεἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰςοὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·