Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  2. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  3. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  4. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  5. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  6. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  7. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  8. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες