Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  2. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  3. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  4. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  5. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  6. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  7. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  8. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  9. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ