Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
  2. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  3. ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
  4. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  5. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
  6. ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
  7. κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
  8. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
  9. στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
  10. ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
  11. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
  12. μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
  13. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
  14. νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
  15. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  16. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  17. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  18. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  19. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  20. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  21. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  22. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  23. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  24. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  25. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  26. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  27. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
  28. ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  29. Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  30. τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
  31. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
  32. λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
  33. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
  34. εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  35. ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  36. οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  37. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  38. μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  39. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  40. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  41. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  42. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  43. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  44. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  45. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  46. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  47. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  48. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  49. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  50. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  51. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  52. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  53. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  54. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  55. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  56. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  57. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  58. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  59. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  60. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  61. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  62. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  63. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  64. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  65. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  66. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  67. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  68. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  69. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  70. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  71. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  72. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  73. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  74. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  75. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  76. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  77. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  78. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  79. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  80. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  81. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  82. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  83. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  84. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  85. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  86. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  87. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  88. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  89. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  90. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  91. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  92. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  93. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  94. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  95. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  96. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  97. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  98. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  99. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  100. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  101. ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
  102. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
  103. ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
  104. ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
  105. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
  106. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  107. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  108. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  109. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
  110. ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
  111. σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
  112. ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
  113. ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
  114. λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
  115. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  116. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  117. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  118. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  119. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  120. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  121. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  122. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  123. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  124. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  125. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  126. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  127. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  128. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
  129. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  130. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  131. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  132. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
  133. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
  134. ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
  135. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  136. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  137. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  138. κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
  3. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  4. εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
  5. ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
  6. ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ
  7. ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
  8. κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
  9. πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
  10. τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
  11. δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
  12. πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
  13. ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
  14. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  15. ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
  16. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  17. ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
  18. πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
  19. δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  20. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
  21. ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
  22. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
  23. αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
  24. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  25. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  26. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  27. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  28. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  29. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  30. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  31. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  32. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  33. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  34. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  35. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.