Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
- ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
- αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
- τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
- ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
- Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
- ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
- ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
- κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
- οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
- στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
- ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
- ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
- μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
- ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
- νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
- αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
- τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
- αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
- εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
- ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
- ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
- αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
- οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
- νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
- Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
- αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
- ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
- Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
- τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
- αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
- λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
- ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
- εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
- ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
- οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
- οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
- μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
- γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
- ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
- ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
- δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
- κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
- εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
- αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
- μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
- ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
- μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
- γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
- Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
- ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
- ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
- ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
- Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
- κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
- εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
- αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
- εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
- ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
- ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
- ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
- μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
- πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
- κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
- βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
- ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
- στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
- ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
- Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
- ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
- βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
- μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
- ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
- μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
- ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
- δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
- οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
- ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
- τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
- ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
- ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
- τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
- παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
- ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
- τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
- κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
- θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
- ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
- ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
- ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
- αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
- ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
- πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
- ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
- τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
- ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
- ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
- ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
- ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
- κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
- ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
- ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
- ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
- σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
- ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
- ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
- λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
- γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
- ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
- τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
- ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
- ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
- ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
- ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
- ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
- ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
- κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
- ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
- ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
- ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
- ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
- βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
- καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
- ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
- ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
- οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
- Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
- ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
- ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ
- ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
- κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
- πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
- τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
- δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
- πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
- ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
- ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
- ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
- πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
- δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
- οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
- ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
- ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
- αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
- αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
- στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
- ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
- κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
- αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
- ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
- αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
- τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
- κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
- δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
- δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
- καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
- ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
- Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
- ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
- κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
- καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
- ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
- λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
- ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
- ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
- ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
- εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
- εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
- ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
- αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
- ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
- τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
- Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
- ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
- ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
- ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
- εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
- ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
- Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
- ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
- θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
- τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
- ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
- ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
- αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
- ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
- οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
- ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
- τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
- ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
- Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
- τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
- Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
- ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
- εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
- λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
- αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
- εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
- δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
- ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
- αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
- χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
- ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
- τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
- ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
- ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
- χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
- καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
- εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
- μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
- κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
- Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
- λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
- αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
- ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
- πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
- νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
- ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
- δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
- ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
- ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
- ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
- αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
- ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
- ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
- ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
- ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
- Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
- εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
- ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
- αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
- καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
- ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
- ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
- ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
- νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
- κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
- βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
- ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
- ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
- ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
- κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
- τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
- πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
- ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
- ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
- ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
- τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
- φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
- νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
- ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
- οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
- ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
- ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
- ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
- ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
- τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
- ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
- ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
- ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
- ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
- ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
- ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
- ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
- ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
- τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
- ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
- τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
- ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
- δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
- ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
- ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
- πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
- καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
- ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
- κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
- ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
- οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
- αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
- χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
- οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
- ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
- δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
- ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
- τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
- ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
- σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
- αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
- ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
- νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
- ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
- ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
- ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
- δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
- σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
- ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
- πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
- Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
- τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
- ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
- πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
- σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
- ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
- ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
- τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
- τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
- ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
- πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
- ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
- νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
- ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
- αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
- δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
- τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
- ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
- νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
- ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
- πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
- πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
- ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
- αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
- τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
- σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
- καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
- ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
- ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
- βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
- ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
- πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
- πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
- ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
- ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
- ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
- ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
- ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
- ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
- νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
- νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς
- ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
- ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
- ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
- τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
- τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
- ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
- τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
- ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
- τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
- ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
- αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
- σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
- ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
- ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
- αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
- αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
- ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
- τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
- ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
- στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
- φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
- Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
- Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
- ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
- ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
- τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
- δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
- γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
- ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
- ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
- ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
- ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
- δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
- εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
- μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
- ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
- γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
- ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
- οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
- τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
- κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
- γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
- οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
- τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
- πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
- Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
- θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
- ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
- αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
- δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
- ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
- ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
- δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
- ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
- δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
- οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
- ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
- ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
- ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
- Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
- καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
- εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
- ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
- γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
- εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
- οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
- αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
- οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
- κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
- νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
- ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
- δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
- οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
- ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
- ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
- ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
- βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
- Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
- αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
- τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
- ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
- νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
- κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
- δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
- τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
- ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
- μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
- ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
- πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
- σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
- ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
- κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
- ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
- Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
- ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
- καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
- δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
- αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
- αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
- ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
- Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
- αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
- αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
- καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
- ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
- αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
- ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
- εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
- μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
- ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
- ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
- γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
- ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
- βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
- πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
- οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
- ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
- τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
- κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
- τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
- ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
- αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
- ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
- ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
- ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
- πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
- ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
- ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
- τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
- ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
- μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
- ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
- οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
- πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
- ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
- δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
- οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
- ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
- Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
- μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
- ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
- Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
- ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
- μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
- δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
- μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
- δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
- ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
- αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
- τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
- Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
- εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
- καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
- ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
- κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
- οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
- σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
- αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
- στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
- δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
- ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
- τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
- σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
- καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
- ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
- τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
- ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
- οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
- ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
- ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
- Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
- στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
- ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
- αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
- ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
- οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
- αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
- πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
- αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
- οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
- ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
- χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
- φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
- στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
- ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
- τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
- αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
- Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
- ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
- τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
- τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
- στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
- μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
- ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
- ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
- μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
- ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
- τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
- οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
- ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
- σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
- ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
- καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
- νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
- ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
- ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
- πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
- ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
- ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
- ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
- θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
- κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
- ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
- βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
- αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
- οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
- ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
- Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
- τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
- ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
- μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
- ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
- ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
- Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
- οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
- καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
- παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
- ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
- ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
- Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
- βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
- ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
- τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
- βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
- αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
- τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
- εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
- οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
- τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
- Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
- ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
- ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
- ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
- οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
- ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
- ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
- ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
- ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
- ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
- εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
- ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
- τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
- εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
- οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
- τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
- ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
- ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
- ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
- ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
- τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
- ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
- φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
- Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
- ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
- προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
- ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
- ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
- οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
- ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
- αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
- σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
- οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
- βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
- εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
- μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
- οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
- εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
- αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
- ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
- σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
- αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
- ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
- οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
- τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
- πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
- ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
- ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
- μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
- ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
- εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
- ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
- χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
- γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
- κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
- οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
- ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
- τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
- καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
- οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
- οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
- τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
- μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
- καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
- ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
- λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
- ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
- τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
- οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
- ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
- αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
- τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
- ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
- ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
- καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
- οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
- οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
- ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
- ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
- μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
- ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
- ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
- σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
- αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
- μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
- τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
- ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
- αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
- ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
- πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
- βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
- πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
- τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
- ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
- πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
- ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
- οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
- Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
- ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
- οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
- ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
- καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
- εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
- οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
- ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
- ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
- οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
- οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
- ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
- ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
- χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
- μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
- αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
- αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
- δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
- τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
- ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
- γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
- κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
- γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
- ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
- μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
- ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
- οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
- τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
- ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
- ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
- οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
- ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
- χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
- ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
- κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
- γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
- κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
- τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
- αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
- πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
- ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
- ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
- ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
- ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
- ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
- μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
- πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
- αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
- τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
- τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
- δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
- ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
- Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
- ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
- καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
- στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
- ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
- μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
- οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
- ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
- ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
- δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
- εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
- ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
- ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
- πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
- εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
- ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
- μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
- ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
- ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
- δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
- ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
- ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
- δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
- Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
- ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
- κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
- λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
- χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
- ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
- αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
- εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
- μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
- λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
- ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
- πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
- ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
- ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
- Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
- ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
- ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
- ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
- εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
- ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
- Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
- ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
- ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
- καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
- χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
- ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
- τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
- Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
- τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
- τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
- οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
- πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
- οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
- ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
- ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
- καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
- τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
- οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
- καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
- πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
- πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
- τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
- ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
- οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
- κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
- ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
- δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
- οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
- ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
- οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
- μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
- ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
- ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
- αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
- νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
- ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
- Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
- ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
- τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
- κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
- μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
- θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
- μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
- ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
- μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
- παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
- μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
- οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
- τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
- ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
- ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
- χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
- μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
- ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
- ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
- ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
- τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
- χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
- ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
- ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
- ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
- ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
- οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
- ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
- ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
- κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
- εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
- αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
- ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
- κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
- ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
- χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
- καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
- λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
- ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
- ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
- φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
- καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
- ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
- αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
- αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
- αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
- παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
- ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
- οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
- ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
- στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
- ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
- ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
- τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
- πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
- ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
- Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
- παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
- νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
- καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
- ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
- οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
- οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
- ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
- πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
- ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
- σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
- αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
- ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
- ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
- ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
- οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
- οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
- μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
- νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
- οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
- ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
- ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
- οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
- οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
- κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
- εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
- πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
- ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
- εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
- Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
- ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
- Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
- εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
- μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
- νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
- ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
- δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
- ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
- ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
- καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
- ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
- ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
- ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
- τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
- αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
- μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
- ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
- αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
- γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
- κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
- νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
- οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
- ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
- μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
- οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
- μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
- αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
- κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
- ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
- ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
- μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
- τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
- κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
- δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
- δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
- ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
- πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
- ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
- δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
- Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
- ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
- χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
- ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
- χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
- ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
- τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
- ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
- ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
- ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
- ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
- τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
- οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
- τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
- τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
- αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
- ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
- αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
- καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
- δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
- αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
- δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
- ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
- τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
- ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
- αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
- ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
- οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
- ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
- τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
- τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
- παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
- ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
- ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
- ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
- ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
- οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
- ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
- θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
- ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
- τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
- ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
- μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
- ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
- δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
- τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
- κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
- ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
- βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
- ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
- αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
- ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
- ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
- μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
- λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
- δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
- τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
- κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
- κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
- ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
- κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
- ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
- ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
- ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
- αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
- ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
- εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
- ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
- ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
- βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
- ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
- ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
- καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
- νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
- εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
- αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
- ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
- τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
- τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
- εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
- σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
- καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
- τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
- οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
- ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
- καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
- οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
- εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
- αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
- φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
- ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
- καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
- ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
- θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
- ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
- τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
- ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
- ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
- Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
- Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
- δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
- αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
- μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
- πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
- νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
- ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
- τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
- δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
- βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
- ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
- ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
- Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
- τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
- Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
- ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
- ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
- μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
- δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
- ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
- ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
- τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
- Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
- ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
- τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
- κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
- νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
- σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
- βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
- αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
- μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
- πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
- παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
- ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
- οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
- ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
- πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
- μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
- ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
- καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
- ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
- ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
- μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
- ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
- καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
- πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
- νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
- τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
- αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
- οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
- ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
- δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
- χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
- ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
- κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
- τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
- ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
- ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
- χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
- δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
- ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
- ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
- εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
- φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
- ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
- αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
- ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
- ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
- ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
- ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
- κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
- ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
- ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
- αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
- μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
- ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
- Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
- τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
- δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
- ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
- προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
- ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
- ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
- αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
- καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
- πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
- νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
- ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
- ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
- δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
- ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
- ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
- τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
- ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
- πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
- τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
- καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
- ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
- τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
- ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
- οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
- ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
- τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
- ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
- μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
- ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
- εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
- ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
- Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
- λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
- ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
- ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
- ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
- πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
- ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
- ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
- ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
- Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
- ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
- ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
- ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
- δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
- ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
- τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
- ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
- τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
- νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
- ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
- ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
- εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
- πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
- τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
- ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
- τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
- μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
- μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
- μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
- οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
- ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
- μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
- φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
- ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
- ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
- Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
- εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
- μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
- νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
- ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
- Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
- οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
- οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
- τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
- οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
- ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
- οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
- φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
- στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
- λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
- κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
- μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
- ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
- Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
- μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
- μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
- αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
- ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
- νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
- ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
- ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
- μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
- καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
- εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
- ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
- νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
- μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
- γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
- γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
- οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
- ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
- οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
- οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
- ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
- πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
- ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
- πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
- ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
- Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
- καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
- πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
- ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
- ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
- Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
- τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
- ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
- πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
- Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
- ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
- ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
- ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
- ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
- καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
- ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
- στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
- ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
- αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
- ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
- τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
- οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
- τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
- ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
- καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
- δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
- καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
- ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
- εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
- εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
- τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
- ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
- τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
- ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
- ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
- τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
- ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
- κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
- θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
- ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
- ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
- ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
- ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
- νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
- εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
- ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
- εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
- αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
- εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
- ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
- αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
- χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
- διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
- αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
- ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
- ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
- ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
- αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
- τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
- οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
- τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
- ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
- ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
- ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
- ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
- καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
- καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
- αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
- καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
- εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
- γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
- Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
- ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
- ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
- σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
- ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
- καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
- νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
- ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
- αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
- πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
- κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
- οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
- τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
- ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
- μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
- τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
- καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
- κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
- ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
- ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
- νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
- ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
- ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
- ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
- αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
- ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
- Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
- Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
- οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
- τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
- Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
- οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
- καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
- οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
- ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
- χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
- ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
- οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
- ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
- ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
- νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
- οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
- ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
- καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
- καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
- ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
- τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
- ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
- ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
- ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
- ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
- ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
- δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
- ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
- ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
- ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
- τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
- τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
- τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
- ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
- ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
- οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
- τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
- οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
- ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
- ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
- δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
- ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
- ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
- ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
- ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
- τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
- ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
- πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
- ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
- εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
- δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
- ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
- τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
- ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
- ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
- τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
- πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
- ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
- ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
- νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
- κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
- πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
- ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
- οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
- γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
- τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
- εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
- ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
- τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
- ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
- ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
- ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
- ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
- δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
- ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
- ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
- νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
- ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
- αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
- ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
- δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
- ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
- ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
- οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
- πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
- ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
- γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
- νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
- οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
- ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
- ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
- τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
- οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
- κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
- τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
- καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
- κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
- πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
- ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
- ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
- ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
- ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
- ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
- τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
- ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
- ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
- αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
- οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
- νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
- οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
- Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
- μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
- κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
- Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
- ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
- Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
- παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
- τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
- παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
- παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
- τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
- γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
- πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
- ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
- τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
- ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
- ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
- τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
- τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
- τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
- χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
- μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
- κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
- Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
- δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
- αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
- τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
- μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
- ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
- ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
- δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
- υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
- ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
- Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
- Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
- ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
- οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
- ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
- υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
- ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
- ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
- τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
- οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
- οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
- ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
- τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
- ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
- φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
- στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
- ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
- οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
- γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
- λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
- τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
- ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
- κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
- τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
- ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
- δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
- ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
- τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
- εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
- καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
- εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
- χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
- οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
- ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
- Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
- τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
- γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
- ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
- ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
- τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
- δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
- ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
- ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
- πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
- ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
- πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
- ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
- τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
- χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
- τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
- μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
- τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
- σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
- ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
- εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
- οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
- δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
- τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
- οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
- ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
- δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
- αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
- εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
- ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
- ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
- οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
- αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
- αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
- θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
- τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
- ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
- καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
- ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
- αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
- ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
- ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
- αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
- κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
- ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
- ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
- καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
- δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
- ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
- παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
- κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
- ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
- ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
- κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
- εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
- ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
- μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
- παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
- γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
- νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
- καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
- κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
- ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
- χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
- ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
- ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
- πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
- ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
- αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
- ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
- οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
- ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
- φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
- θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
- οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
- χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
- ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
- ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
- ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
- παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
- πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
- ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
- πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
- πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
- γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
- δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
- αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
- τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
- οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
- οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
- οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
- ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
- ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
- οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
- τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
- ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
- στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
- νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
- ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
- καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
- τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
- κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
- τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
- μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
- πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
- πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
- νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
- τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
- ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
- ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
- ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
- ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
- λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
- αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
- ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
- ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
- ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
- ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
- ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
- κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
- ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
- αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
- κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
- κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
- Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
- ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
- κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
- ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
- ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
- τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
- πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
- ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
- ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
- ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
- ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
- ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
- ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
- στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
- τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
- ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
- ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
- ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
- ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
- τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
- νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
- ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
- ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
- αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
- ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
- ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
- μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
- οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·
- τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
- οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ
- καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
- ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
- ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
- μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
- πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
- εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
- πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
- ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
- αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
- ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
- εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
- νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
- καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
- ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
- πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
- ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
- αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
- εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
- λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
- κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
- αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
- Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
- Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
- ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
- αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
- οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
- ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
- ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
- τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
- ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
- τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
- Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
- εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
- ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
- εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
- κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
- ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
- μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
- τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
- καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
- ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
- ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
- ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
- μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
- ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
- ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
- νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
- ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
- αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
- τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
- τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
- χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
- ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
- τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
- μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
- ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
- χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
- ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
- θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
- Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
- ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
- φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
- ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
- ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
- αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
- ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
- φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
- πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
- τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
- ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
- αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
- ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
- ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
- Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
- ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
- οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
- κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
- μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
- ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
- οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
- ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
- ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
- Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
- αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
- ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
- Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
- εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
- μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
- εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
- τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
- ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
- χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
- οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
- οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
- σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
- ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
- ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
- αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
- οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
- ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
- ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
- ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
- ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
- βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
- Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
- ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
- ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
- βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
- πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
- καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
- ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
- οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
- ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
- ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
- αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
- αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
- ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
- εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
- ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
- τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
- καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
- αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
- ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
- ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
- αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
- ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
- οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
- αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
- δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
- καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
- αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
- ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
- ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
- πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
- πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
- αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
- ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
- τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
- βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
- πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
- ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
- καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
- αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
- τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
- ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
- ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
- δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
- ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
- ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
- ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
- ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
- Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
- οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
- μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
- ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
- μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
- τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
- εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
- εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
- ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
- εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
- νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
- ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
- τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
- ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
- οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
- κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
- αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
- πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
- ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
- ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
- βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
- καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
- ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
- ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
- ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
- γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
- τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
- ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
- ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
- ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
- σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
- κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
- τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
- αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
- γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
- ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
- νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
- ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
- αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
- τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
- ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
- Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
- ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
- χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
- οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
- ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
- σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
- κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
- σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
- καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
- ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
- δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
- πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
- ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
- ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
- κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
- πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
- οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
- ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
- καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
- Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
- καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
- Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
- οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
- παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
- ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
- κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
- ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
- ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
- οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
- μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
- πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
- ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
- Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
- μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
- λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
- δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
- ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
- Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
- ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
- μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
- ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
- κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
- μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
- ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
- ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
- ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
- ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
- δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
- ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
- κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
- ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
- σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
- Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
- Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
- οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
- ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
- καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
- ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
- φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
- ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
- ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
- μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
- καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
- ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
- εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
- καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
- τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
- ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
- ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
- ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
- ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
- μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
- δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
- Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
- ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
- ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
- νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
- τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
- μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
- εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
- νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
- ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
- γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
- ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
- ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
- ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
- οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
- γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
- αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
- μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
- ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
- ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
- οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
- αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
- δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
- τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
- ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
- εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
- οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
- αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
- εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
- ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
- οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
- τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
- ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
- ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
- εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
- τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
- Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
- εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
- καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
- τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
- ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
- μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
- ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
- ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
- ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
- μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
- Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
- ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
- Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
- οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
- σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
- ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
- ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
- ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
- τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
- ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
- ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
- ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
- ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
- ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
- κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
- ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
- δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
- ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
- δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
- οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
- θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.
- τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
- κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
- τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
- ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
- κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
- εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
- καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
- βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
- ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
- χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
- ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
- ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
- δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
- Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
- τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
- οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
- ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
- μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
- νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
- τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
- παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
- Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
- δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
- αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
- ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
- φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
- ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
- σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
- τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
- ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
- τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
- τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
- κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
- τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
- ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
- γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
- Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
- ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
- ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
- ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
- κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
- ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
- οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
- ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
- ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
- αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
- ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
- ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
- βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
- πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
- ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
- ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
- ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
- αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
- ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
- κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
- ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
- βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
- τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
- ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
- τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
- κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
- ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
- στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
- ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
- ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
- αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
- κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
- ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
- ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
- μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
- ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
- ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
- θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
- ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
- καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
- τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
- κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
- τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
- ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
- τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
- δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
- κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
- ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
- θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
- κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
- ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
- κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
- μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
- ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
- οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
- οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
- καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
- νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
- ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
- ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
- ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
- τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
- μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
- ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
- αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
- ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
- οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
- οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
- οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
- καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
- ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
- δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
- καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
- εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
- οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
- λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
- οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
- ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
- ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
- πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
- πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
- ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
- ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
- τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
- τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,