Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
  2. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
  3. πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
  4. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
  5. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
  6. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
  7. ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  8. αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
  9. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·