Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
  2. ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
  3. χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
  4. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  5. καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  6. σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
  7. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  8. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
  9. αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  10. τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
  11. Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
  12. ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
  13. σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
  14. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
  15. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
  16. ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.