Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
  2. χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
  3. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
  4. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  5. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  6. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  7. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  8. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,