Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  2. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  3. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  4. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  5. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  6. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,