Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  • μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  • μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  • μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  • ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·