εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρτετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζεἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τιπείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσαςὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖταιἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείραςπάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκειοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,