Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  • οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  • αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  • πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  • εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  • τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  • ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  • ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  • ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  • μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  • πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  • νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  • ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  • ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  • πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  • παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  • ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  • οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  • ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  • πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  • μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  • ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  • καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  • νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  • καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  • ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  • Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.