Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  2. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  3. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  4. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  5. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  6. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  7. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  8. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  9. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  10. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  11. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  12. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  13. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  14. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  15. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  16. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  17. ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  18. νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  19. ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  20. ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  21. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  22. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  23. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  24. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  25. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  26. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  27. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  28. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  29. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  30. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  31. καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  32. ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  33. Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
  34. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  35. εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  36. μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  37. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  38. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  39. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  40. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  41. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  42. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  43. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  44. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
  45. γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
  46. ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
  47. ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
  48. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
  49. ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
  50. χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
  51. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
  52. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  53. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  54. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  55. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  56. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  57. ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
  58. ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
  59. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
  60. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  61. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
  62. αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
  63. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
  64. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  65. οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
  66. ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
  67. ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
  68. τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
  69. τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
  70. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
  71. κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
  72. ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
  73. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
  74. πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
  75. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
  76. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
  77. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
  78. ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  79. αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
  80. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  81. ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
  82. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  83. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
  84. ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
  85. κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
  86. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
  87. στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
  88. ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
  89. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
  90. μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
  91. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
  92. νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
  93. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  94. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  95. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  96. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  97. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  98. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  99. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  100. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  101. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  102. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  103. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  104. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  105. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
  106. ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  107. Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  108. τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
  109. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
  110. λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
  111. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
  112. εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  113. ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  114. οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  115. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  116. μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  117. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  118. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  119. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  120. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  121. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  122. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  123. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  124. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  125. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  126. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  127. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  128. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  129. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  130. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  131. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  132. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  133. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  134. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  135. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  136. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  137. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  138. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  139. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  140. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  141. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  142. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  143. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  144. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  145. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  146. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  147. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  148. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  149. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  150. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  151. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  152. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  153. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  154. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  155. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  156. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  157. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  158. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  159. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  160. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  161. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  162. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  163. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  164. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  165. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  166. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  167. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  168. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  169. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·