Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  2. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  3. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  4. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  5. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  6. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  7. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  8. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  9. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  10. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  11. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  12. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε