Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  2. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  3. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  4. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  5. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  6. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  7. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  8. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  10. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  11. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  12. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  13. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  14. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  15. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  16. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  17. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  18. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  19. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  20. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  21. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  22. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  23. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  24. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  25. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  26. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  27. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·