χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴηἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντακοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸςκαὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.