Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  2. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  3. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  4. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  5. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  6. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  7. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  8. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  9. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  10. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  11. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  12. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  13. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  14. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  15. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  16. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,