Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  2. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  3. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  4. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  5. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  8. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  9. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  10. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  11. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  12. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  13. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  14. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  15. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  16. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  17. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
  18. καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
  19. καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
  20. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
  21. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  22. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  23. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  24. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  25. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  26. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  27. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  28. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  29. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  30. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  31. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  32. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  33. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  34. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  35. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  36. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  37. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  38. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  39. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  40. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  41. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  42. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  43. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  44. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  45. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  46. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  47. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  48. ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  49. νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  50. ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  51. ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  52. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  53. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  54. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  55. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  56. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  57. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  58. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  59. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  60. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  61. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  62. καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  63. ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  64. Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
  65. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  66. εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  67. μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  68. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  69. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  70. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  71. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,