Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  2. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  3. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  4. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  5. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  6. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,