Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλουςἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντεςκάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξαςφράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαιμούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.