Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  2. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  3. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  4. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  5. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  6. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  7. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  8. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  9. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;