Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  2. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  3. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  4. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  5. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  6. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.