Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  2. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  3. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  4. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  5. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  6. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  7. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  8. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  9. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  10. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  11. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  12. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  13. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  14. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  15. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  16. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  17. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  18. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  19. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  20. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  21. νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  22. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  23. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,