Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  2. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  3. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  4. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  5. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  6. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  7. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  8. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  9. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  10. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  11. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  12. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  13. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  14. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  15. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  16. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  17. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  18. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  19. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  20. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  21. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  22. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  23. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  24. νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  25. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  26. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  27. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  28. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  29. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  30. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  31. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  32. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  33. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  34. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  35. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  36. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  37. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  38. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  39. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  40. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  41. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  42. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
  43. καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
  44. καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
  45. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
  46. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  47. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  48. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  49. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  50. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  51. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  52. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  53. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  54. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  55. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  56. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  57. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  58. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  59. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  60. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  61. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  62. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  63. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  64. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  65. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  66. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  67. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  68. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  69. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  70. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  71. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  72. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  73. ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  74. νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  75. ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  76. ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  77. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  78. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  79. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  80. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  81. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  82. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  83. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  84. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  85. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  86. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  87. καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  88. ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  89. Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
  90. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  91. εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  92. μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  93. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  94. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  95. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  96. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  97. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  98. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  99. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  100. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
  101. γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
  102. ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
  103. ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
  104. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
  105. ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
  106. χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
  107. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
  108. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  109. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  110. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  111. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  112. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  113. ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
  114. ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
  115. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
  116. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  117. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
  118. αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
  119. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
  120. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  121. οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
  122. ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
  123. ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
  124. τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς