Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  • ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  • ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  • αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  • ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  • ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  • ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  • ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,