Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
  2. πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
  3. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  4. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  5. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  6. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
  7. τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
  8. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
  9. ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,