Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  • θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  • οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  • ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  • ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  • ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·