Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  2. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  3. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  4. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  5. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  6. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  7. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  8. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  9. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  10. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  11. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  13. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  14. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  15. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  16. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  17. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  18. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  19. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  20. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  21. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  22. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  23. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  24. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  25. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  26. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  27. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  28. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  29. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  30. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  31. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  32. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  33. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  34. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  35. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  36. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  37. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  38. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  39. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  40. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  41. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  42. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.