Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
  2. πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  3. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  4. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  5. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  6. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  7. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  8. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  9. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  10. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  11. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  12. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  13. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  14. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  15. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  16. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  17. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  18. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  19. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  20. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  21. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  22. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  23. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  24. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  25. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  26. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  27. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  28. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  29. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  30. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  31. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  32. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  33. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  34. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  35. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  36. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  37. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  38. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  39. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  40. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  41. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  42. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  43. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  44. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  45. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  46. νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  47. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  48. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  49. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  50. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  51. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  52. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  53. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  54. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  55. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  56. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  57. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  58. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  59. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  60. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  61. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  62. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  63. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  64. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
  65. καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
  66. καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
  67. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
  68. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  69. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  70. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  71. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  72. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  73. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  74. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  75. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  76. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  77. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  78. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  79. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·