Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
  2. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
  3. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
  4. ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
  5. ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,