Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
  • ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  • ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
  • ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
  • δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.