Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  2. στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
  3. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
  4. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  5. ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
  6. ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
  7. δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
  8. ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  9. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
  10. θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
  11. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
  12. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
  13. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
  14. ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
  15. ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
  16. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  17. ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
  18. ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.