Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
  2. οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
  3. ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
  4. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  5. ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
  6. εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
  7. πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
  8. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
  9. πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
  10. ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
  11. κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
  12. ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
  13. δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
  14. λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
  15. ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
  16. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
  17. στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
  18. οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
  19. οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
  20. ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
  21. κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
  22. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
  23. ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  24. στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
  25. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
  26. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  27. ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
  28. ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
  29. δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
  30. ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  31. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
  32. θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
  33. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
  34. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
  35. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
  36. ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
  37. ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
  38. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  39. ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
  40. ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
  41. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
  42. ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
  43. ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
  44. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  45. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
  46. ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
  47. πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  48. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  49. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  50. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  51. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  52. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  53. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  54. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  55. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  56. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  57. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  58. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  59. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  60. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  61. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  62. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  63. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  64. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  65. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  66. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  67. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  68. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  69. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  70. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  71. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  72. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  73. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  74. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  75. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  76. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  77. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  78. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  79. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·