Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
  2. οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
  3. οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
  4. ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
  5. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  6. ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
  7. εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
  8. πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
  9. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
  10. πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
  11. ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
  12. κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
  13. ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
  14. δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
  15. λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
  16. ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
  17. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
  18. στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
  19. οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
  20. οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
  21. ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
  22. κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
  23. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
  24. ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  25. στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
  26. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
  27. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  28. ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
  29. ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
  30. δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
  31. ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  32. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
  33. θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
  34. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
  35. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
  36. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
  37. ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
  38. ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
  39. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  40. ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
  41. ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
  42. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
  43. ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
  44. ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
  45. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  46. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
  47. ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
  48. πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  49. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  50. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  51. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  52. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  53. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  54. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  55. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  56. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  57. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  58. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  59. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  60. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  61. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  62. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  63. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  64. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  65. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  66. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  67. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  68. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  69. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  70. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  71. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  72. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  73. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  74. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  75. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  76. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  77. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  78. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  79. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  80. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  81. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  82. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  83. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  84. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  85. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  86. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  87. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  88. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  89. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  90. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  91. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  92. νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  93. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  94. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  95. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  96. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  97. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  98. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  99. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  100. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  101. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  102. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  103. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  104. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  105. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  106. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  107. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  108. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  109. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  110. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
  111. καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
  112. καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
  113. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
  114. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  115. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  116. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  117. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  118. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  119. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  120. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  121. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  122. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  123. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  124. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  125. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  126. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  127. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  128. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  129. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  130. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  131. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  132. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  133. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  134. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  135. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  136. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  137. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  138. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  139. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  140. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  141. ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  142. νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  143. ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  144. ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  145. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  146. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  147. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  148. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  149. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  150. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  151. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  152. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  153. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  154. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  155. καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  156. ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  157. Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
  158. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  159. εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  160. μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  161. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  162. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  163. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  164. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  165. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  166. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  167. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  168. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
  169. γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·