Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  2. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
  3. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  4. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  5. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  6. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  7. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
  8. ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
  9. εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
  10. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
  11. οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
  12. πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
  13. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·