οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺςμοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴνποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·