Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
  2. ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
  3. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
  4. κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
  5. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
  6. χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
  7. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
  8. ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
  9. μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
  10. ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
  11. πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
  12. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  13. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  14. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  15. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
  16. τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.