Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
  2. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  3. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  4. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
  5. καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
  6. μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.