Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
  2. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
  3. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
  4. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  5. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
  6. ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
  7. τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
  8. ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  9. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  10. οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
  11. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
  12. Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
  13. υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
  14. ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
  15. ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
  16. τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
  17. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  18. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  19. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  20. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  21. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  22. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  23. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  24. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  25. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  26. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  27. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  28. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  29. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  30. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  31. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  32. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  33. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  34. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  35. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  36. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  37. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  38. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  39. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  40. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  41. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  42. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  43. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  44. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  45. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  46. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  47. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  48. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  49. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  50. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  51. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  52. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  53. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  54. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  55. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  56. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  57. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  58. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  59. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  60. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  61. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  62. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  63. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  64. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  65. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  66. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  67. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  68. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  69. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  70. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  71. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  72. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  73. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  74. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  75. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  76. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  77. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  78. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  79. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  80. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  81. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  82. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  83. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  84. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  85. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  86. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  87. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  88. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  89. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  90. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  91. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  92. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  93. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  94. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  95. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  96. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  97. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  98. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  99. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  100. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  101. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  102. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  103. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  104. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  105. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  106. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  107. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  108. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  109. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,