Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
  2. ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
  3. ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
  4. αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
  5. ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  6. ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,